Ancient Greek · ~2 min
100b. Ἄλλως. Ὀρνιθοθήρας καὶ Πελαργός. (F. 147. C. p.359. S. 190.)
Aesopus Scr. Fab. et Aesopica, Fables 100b. Ἄλλως. Ὀρνιθοθήρας καὶ Πελαργός. (F. 147. C. p.359. S. 190.)
Not analysed yet
Ὀρνιθοθήρας δίκτυα γεράνοις ἀναπετάσας, πύῥῥωθεν ἐθεώρει τὴν ἄγραν. Πελαργοῦ δὲ σύν τοῖς γεράνοις ἐπικαθίσαντος, ἐπιδραμὼν μετʼ ἐκείνων καὶ αὐτὸν συνέλαβε. Τοῦ δὲ δεομένου μὴ θῦσαι αὐτὸν καὶ λέγοντος, ὡς οὐ μόνον [αὐτὸς] ἀβλαβής ἐστι τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ὠφελιμώτατος· τοὺς γὰρ ὄφεις καὶ τὰ λοιπὰ ἑρπετὰ συλλαμβάνων ἀναιρεῖν, ὁ ὀρνιθοθήρας ἔφη· ,,ἀλλʼ εἰ τὰ μάλιστα οὐ φαῦλος εἶ, διὰ τοῦτο κολάσεως ἄξιος, ὅτι μετὰ πονηρῶν κεκάθικας. “Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τὰς τῶν πονηρῶν συνουσίας φεύγειν, ἵνα μὴ καὶ αὐτοὶ ἐκείνων τῆς κακίας κοινωνεῖν δόξωμεν.