Ancient Greek · ~2 min
101> Γτωργὸς καὶ Τύχη. (C. 82. F. 51. S. 61.)
Aesopus Scr. Fab. et Aesopica, Fables 101> Γτωργὸς καὶ Τύχη. (C. 82. F. 51. S. 61.)
Not analysed yet
Γεωργός τις σκάπτων χρυσίῳ περιέτυχε. Καθʼ ἑκάστην οὖν τὴν Γῆν, ὡς ὑπʼ αὐτῆς εὐεργετηθεὶς, ἔστεφε. Τῷ δὲ ἡ Τύχη ἐπιστᾶσά φησιν· ,,ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα προσανατίθης, ἅπερ ἐγώ σοι δέδωκα, πλουτίσαι σε βουλομένη; Κἰ γὰρ ὁ καιρὸς μεταβάλοι, καὶ πρὸς ἑτέρας χεῖρας τοῦτό σοι τὸ χρυσίον ἔλθοι, οἶδʼ ὅτι τηνικαῦτα ἐμὲ, τὴν Τύχην, μέμψῃ. “Ὁ μῦθος δηλοῖ, ὅτι χρὴ τὸν εὐεργέτην ἐπιγινωσκειν καὶ τούτῳ χάριτας ἀποδιδόναι.