Ancient Greek · ~1 min
111. Γυνὴ καὶ Ὄρνις (C. 24. F. 47. S. 58.)
Aesopus Scr. Fab. et Aesopica, Fables 111. Γυνὴ καὶ Ὄρνις (C. 24. F. 47. S. 58.)
Not analysed yet
Γυνή τις χήρα ὄρνιν εἶχε καθʼ ἑκάστην ἡμέραν ὠὸν αὐτῇ τίκτουσαν. Νομίσασα δὲ, ὡς, εἰ πλείους τῇ ὄρνιθι κριθὰς παραβάλοι, δὶς τέξεται τῆς ἡμέρας, τοῦτο πεποίηκεν. Ἡ δʼ ὄρνις, κιμελὴς γενομένη, οὐδʼ ἅπαξ τῆς ἡμέρας τεκεῖν ἡδύνατο. Ὁ μῦθος δηλοῖ, ὅτι οἱ διὰ πλεονεξίαν τῶν πλειόνων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀποβάλλουσι.