Ancient Greek · ~2 min
112. Γυνὴ μάγος. (S. 46.)
Aesopus Scr. Fab. et Aesopica, Fables 112. Γυνὴ μάγος. (S. 46.)
Not analysed yet
Γυνὴ μάγος ἐπῳδὰς θείων μηνιμάτων ἐπαγγελλομένη διετέλει πολλὰ ποιοῦσα, κἀκ τούτου οὐ μικρὸν βίον πορίζουσα. Ἐπὶ τούτῳ γραψάμενοί τινες αὐτὴν ὡς καινοτομοῦσαν περὶ τὰ θεῖα εἰς δίκην ὑπήγαγον, καὶ κατηγορήσαντες κατεδίκασαν αὐτὴν ἐπὶ θανάτῳ. Θεασάμενος δέ τις αὐτὴν ἐκ τῶν δικαστηρίων, ἔφη αὐτῇ· ,,ἡ τὰς δαιμόνων ὀργὰς τρέπειν ἐπαγγελλομένη πῶς οὐδὲ ἀνθρώπους πεῖσαι ἠδυνήθης; “Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς γυναῖκα πλάνον, ἥτις τὰ μείζονα κατεπαγγελλομένη τοῖς μετρίοις ἀδύνατος ἀπελέγχεται.