Ancient Greek · ~1 min
112b. Ἄλλως. (C.80. F. 45.)
Aesopus Scr. Fab. et Aesopica, Fables 112b. Ἄλλως. (C.80. F. 45.)
Not analysed yet
Γυνὴ μάγος, θείων μηνιμάτων ἀποτροπιασμοὺς ἐπαγγελλομένη, πολλὰ διετέλει ποιοῦσα, καὶ κέρδος ἐντεῦθεν ἔχουσα. Γραψάμενοι δέ τινες αὐτὴν ἀσεβείας, εἷλον, καὶ καταδικασθεῖσαν ἀπῆγον εἰς θάνατον. Ἰδὼν δέ τις ἀπαγομένην αὐτὴν, ἔφη· ,,ἡ τὰς τῶν θεῶν ὀργὰς ἀποτρέπειν ἐπαγγελλομένη, πῶς οὐδὲ ἀνθρώπων βουλὴν μεταπεῖσαι ἠδυνήθης; “Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ μεγάλα ἐπαγγέλλονται, μηδὲ μικρὰ ποιῆσαι δυνάμενοι.