Ancient Greek · ~2 min
120. Δράκων καὶ Ἀετός. (C. 303. F.215.)
Aesopus Scr. Fab. et Aesopica, Fables 120. Δράκων καὶ Ἀετός. (C. 303. F.215.)
Not analysed yet
Δράκων καὶ ἀετὸς συμπλακέντες ἀλλήλοις ἐμάχοντο· καὶ ὁ μὲν δράκων εἶχε τὸν ἀετὸν συλλαβών. Γεωργὸς δὲ ἰδὼν, λύσας τὴν πλοκὴν τοῦ δράκοντος, αὐτόνομον ἀφῆκε τὸν ἀετόν. Χαλεπήνας δὲ ἐπὶ τούτοις ὁ δράκων, ἰὸν ἀφῆκε τῷ τοῦ σώσαντος πόματι. Πιεῖν δὲ τοῦ γεωργοῦ πρὸς ἄγνοιαν μέλλοντος, ὁ ἀετὸς καταπτὰς τῶν τοῦ γεωργοῦ χειρῶν ἐξαιρεῖται τὴν κύλικα. Τοὺς εὖ ποιοῦντας μένουσι χάριτες.