Ancient Greek · ~3 min
119. Διογένης ὁδοιπορῶν. (F. 56. C. 398.)
Aesopus Scr. Fab. et Aesopica, Fables 119. Διογένης ὁδοιπορῶν. (F. 56. C. 398.)
Not analysed yet
Διογένης ὁ κυνικὸς ὁδοιπορῶν, ὡς ἐγένετο κατά τινα ποταμὸν πλημμυροῦντα, εἰστήκει ἀμηχανῶν. Εἷς δέ τις τῶν διαβιβάζειν εἰθισμένων θεασάμενος αὐτὸν διαποροῦντα, προσελθὼν, καὶ ἀράμενος αὐτὸν σὺν φιλοφροσύνῃ, διεπέρασεν αὐτόν. Ὁ δὲ εἱστήκει τὴν αὐτοῦ πενίαν μεμφόμενος, διʼ ἣν ἀμείψασθαι τὸν εὐεργέτην οὐ δύναται. Ἔτι δὲ αὐτοῦ ταῦτα διανοουμένου, ἐκεῖνος θεασάμενος ἕτερον ὁδοιπόρον διελθεῖν μὴ δυνάμενον, προσδραμών καὶ αὐτὸν διεπέρασε. Καὶ ὁ Διογένης προσελθών αὐτῷ εἶπεν· ,,ἀλλʼ ἔγωγε οὐκέτι σοι χάριν ἔχω ἐπὶ τῷ γεγονότι· ὁρῶ γὰρ, ὅτι οὐ κρίσει, ἀλλὰ νόσῳ αὐτὸ σποιεῖς. “Ὁ λόγος δηλοῖ, ὅτι οἱ μετὰ τῶν σπουδαίων καὶ τοὺς ἀνεπιτηδείους εὐεργετοῦντες οὐκ εὐεργεσίας δόξαν, ἀλογιστίαν δὲ μᾶλλον ὀφλισκάνουσι.