Ancient Greek · ~2 min
132. Ἐλπὶς ἐν ἀνθρώποις. (C.360. B. 58.)
Aesopus Scr. Fab. et Aesopica, Fables 132. Ἐλπὶς ἐν ἀνθρώποις. (C.360. B. 58.)
Not analysed yet
Ζεὺς ἐν πίθῳ τὰ χρηστὰ πάντα συλλέξας ἔθηκεν αὐτὸν πωμάσας παρʼ ἀνθρώπῳ. ὁ δʼ ἀκρατὴς ἄνθρωπος εἰδέναι σπεύδων, τί ποτʼ ἦν ἐν αὐτῷ, καὶ τὸ πῶμα κινήσας, διῆκʼ ἀπελθεῖν αὐτὰ πρὸς θεῶν οἴκους, κἀκεῖ πέτεσθαι τῆς τε γῆς ἄνω φεύγειν. μόνη δʼ ἔμεινεν Ἐλπὶς, ἣν κατειλήφει τεθὲν τὸ πῶμα. τοιγὰρ Ἐλπὶς ἀνθρώποις μόνη σύνεστι, τῶν πεφευγότων ἡμιᾶς ἀγαθῶν ἕκαστον ἐγγυωμένη δώσειν.