Ancient Greek · ~1 min
133. Ἑορτὴ καὶ Ὑστεραία. (Ex Plut. v. Themist. c. 18. C. 322. F.394.)
Aesopus Scr. Fab. et Aesopica, Fables 133. Ἑορτὴ καὶ Ὑστεραία. (Ex Plut. v. Themist. c. 18. C. 322. F.394.)
Not analysed yet
Τῇ ἑορτῇ φασι τὴν ὑστεραίαν ἐρίσαι λέγουσαν, ὡς ἐκείνη μὲν ἀσχολιῶν τε μεστὴ καὶ κοπώδης ἐστὶν, ἐν αὐτῇ δὲ πάντες ἀπολαύουσι τῶν παρεσκευασμένων σχολάζοντες· τὴν δʼ ἑορτὴν πρὸς ταῦτʼ εἰπεῖν· ,,ἀληθῆ λέγεις· ἀλλʼ ἐμοῦ μὴ γενομένης, σὺ οὐκ ἂν ἦσθα. “