Ancient Greek · ~2 min
137. Ἑρμης καὶ Ἀγαλματοποιός. (S.89. C. 90. P. 243.)
Aesopus Scr. Fab. et Aesopica, Fables 137. Ἑρμης καὶ Ἀγαλματοποιός. (S.89. C. 90. P. 243.)
Not analysed yet
Ἑρμῆς γνῶναι βουλόμενος, ἐν τίνι τιμῇ παρʼ ἀνθρώποις ἐστὶν, ἧκεν ἀφομοιωθεὶς ἀνθρώπῳ εἰς ἀγαλματοποιυῦ ἐργαστήριον· καὶ θεασάμενος Διὸς ἄγαλμα ἐπύθετο, πόσου· τοῦ δὲ εἰπόντος ,,δραχμῆς,“ γελάσας ἠρώτα τῆς Ἥρας πόσου ἐστίν· εἰπόντος δὲ ἔτι μείζονος, θεασάμενος καὶ ἑαυτοῦ ἄγαλμα ὑπέλαβεν, ὅτι αὐτὸν, ἐπειδὴ καὶ ἄγγελός ἐστι καὶ ἐπικερδὴς, περὶ πολλοῦ οί ἄνθρωποι ποιοῦνται. Διὸ προσεπυνθάνετο ὁ Ἑρμῆς, καὶ ὁ ἀγαλματογλύφος ἔφη· ,,ἀλλʼ ἐὰν τούτους ἀγοράσῃς, τοῦτόν σοι προσθήκην δώσω. “Πρὸς ἄνδρα κενόδοξον, ἐν οὐδεμιᾷ μοίρᾳ παρὰ τοῖς ἄλλοις ὄντα, ὁ λόγος ἁρμόζει.