Ancient Greek · ~2 min
138. Ἑρμῆς καὶ Γῆ. (S. 102. C. 182. F.269.)
Aesopus Scr. Fab. et Aesopica, Fables 138. Ἑρμῆς καὶ Γῆ. (S. 102. C. 182. F.269.)
Not analysed yet
Ζεὺς πλάσας ἄνδρα καὶ γυναῖκα ἐκέλευσεν Ἑρμῇ ἀγαγεῖν αὐτούς ἐπὶ τὴν γῆν, καὶ δεῖξαι ὅθεν ὀρύξαντες πλεῖον ποιήσουσι. Τοῦ δὲ τὸ προσταχθὲν ποιήσαντος, ἡ γῆ τὸ μὲν πρῶτον ἐκώλυεν· ὡς δὲ ὁ Ἑρμῆς ἠνάγκαζε λέγων, τὸν Δία προστεταχέναι· ,,ἀλλʼ ὀρυσσέτωσαν,“ ἔφη, ,,ὅσην βούλονται· στένοντες γὰρ αὐτὴν καὶ κλαίοντες ἀποδώσουσιν. “Πρὸς τοὺς ῥᾳδίως δανειζομένους καὶ μετὰ λύπης ἀποδιδόντας ὁ λόγος εὔκαιρος.