Ancient Greek · ~2 min
139. ἄρμης καὶ Κύων. (Β. 48.)
Aesopus Scr. Fab. et Aesopica, Fables 139. ἄρμης καὶ Κύων. (Β. 48.)
Not analysed yet
Ἐν ὁδῷ τις Ἑρμῆς τετράγωνος εἰστήκει, λίθων δʼ ὑπʼ αὐτῷ σωρὸς ἦν. κύων τούτῳ εἶπε προσελθών· ,,χαῖρε πρῶτον, Ἑρμεία· ἔπειτʼ ἀλεῖψαι βούλομαί σε, μηδ’ οὕτω θεὸν παρελθεῖν, καὶ θεὸν παλαιστρίτην. “ὁ δʼ εἶπεν· ,,ἄν μὴ τοῦτό μούπιλιχμήσῃς τοὔλαιον ἐλθών, μηδέ μοι προσουρήσῃς, χάριν εἴσομαί σοι· καὶ πλέον με μὴ τίμα. “Ὅτι τοῖς κακοῖς ἀρκεῖ τέως, οὐκ ἄλλως πως δυναμένοις δρᾶσαι τὰ βελτίω, κἂν τῶν συνήθων αὐτῶν αἰτιῶν ἀργῆσαι.