Ancient Greek · ~1 min
145. Ἔχις καὶ Ἀλώπηξ. (S. 97. C.183. F. 270.)
Aesopus Scr. Fab. et Aesopica, Fables 145. Ἔχις καὶ Ἀλώπηξ. (S. 97. C.183. F. 270.)
Not analysed yet
Ἔχις ἐπὶ δέσμῃ ἀκανθῶν εἴς τινα ποταμὸν ἐφέρετο· ἀλώπηξ δὲ παριοῦσα ὡς ἐθεάσατο αὐτὸν, εἶπεν· ,,ἄξιος τῆς νεὼς ὁ ναύκληρος. “Πρὸς ἄνδρα πονηρὸν μοχθηροῖς πράγμασιν ἐπιχειρήσαντα ὁ λόγος ἁρμόσειεν ἄν.