Ancient Greek · ~1 min
146. Ἔχις καὶ Ῥίνη. (S.94. C. 184. F.271.)
Aesopus Scr. Fab. et Aesopica, Fables 146. Ἔχις καὶ Ῥίνη. (S.94. C. 184. F.271.)
Not analysed yet
Ἔχις εἰσελθών εἰς χαλκουργοῦ ἐργαστήριον παρὰ τῶν σκευῶν ἔρανον ᾔτει· λαβὼν δὲ παρʼ αὐτῶν ἧκε πρὸς τὴν ῥίνην, καὶ ταύτην παρεκάλει δοῦναί τι αὐτῷ. Ἡ δὲ ὑποτυχοῦσα εἶπεν· ,,ἀλλʼ εὐήθης εἶ παρʼ ἐμοῦ ἀποίσεσθαί τι οἰόμενος, ἥτις οὐ διδόναι ἀλλὰ λαμβάνειν παρὰ πάντων εἴωθα. “Ὁ λόγος δηλοῖ, ὅτι μάταιοί εἰσιν οἱ παρὰ φιλαργύρων τι κερδαίνειν προσδοκῶντες.