Ancient Greek · ~2 min
148. Ζεὺς καὶ Αἰσχύνη. (S. 108. C. 104. F.256.)
Aesopus Scr. Fab. et Aesopica, Fables 148. Ζεὺς καὶ Αἰσχύνη. (S. 108. C. 104. F.256.)
Not analysed yet
Ζεὺς πλάσας ἀνθρώπους τὰς μὲν ἄλλας διαθέσεις εὐθὺς αὐτοῖς ἐνέθηκε, μόνης δὲ αἰσχύνης ἐπελάθετο. Διόπερ ἀμηχανῶν, πόθεν αὐτὴν εἰσαγάγῃ, ἐκέλευσεν αὐτὴν διὰ τοῦ ἀρχοῦ εἰσελθεῖν. Ἡ δὲ τὸ μὲν πρῶτον ἀντέλεγε καὶ ἠναξιοπάθει· ἐπεὶ δὲ σφόδρα αὐτῇ ἐνέκειτο, ἔφη· ,,ἀλλʼ ἔγωγε ἐπὶ τοιαύταις ὁμολογίαις εἴσειμι, ὡς, ἂν ἕτερόν μοι ἐπεισέλθῃ, εὐθέως ἐξελεύσομαι. “Απὸ τούτου συνέβη πάντας τοὺς πόρνους ἀναισχύντους εἶναι. Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα πόρνον.