Ancient Greek · ~2 min
149. Ζεὑς καὶ Ἀλώπηξ. (S.106. C. 186. F.273.)
Aesopus Scr. Fab. et Aesopica, Fables 149. Ζεὑς καὶ Ἀλώπηξ. (S.106. C. 186. F.273.)
Not analysed yet
Ζεὺς ἀγασάμενος ἀλώπεκος τὸ συνετὸν τῶν φρενῶν καὶ τὸ ποικίλον, τὸ βασίλειον αὐτῇ τῶν ἀλόγων ζώων ἐνεχείρισε. Βουλόμενος δὲ γνῶναι, εἰ τὴν τύχην μεταλλάξασα μετεβάλετο καὶ τὴν ἕξιν, φερομένης ἐν φορείῳ, κάνθαρον παρὰ τὴν ὄψιν ἀφῆκεν. Ἡ δὲ ἀντισχεῖν μὴ δυναμένη, ἐπειδὴ περιίπτατο, τοῦ φορείου ἀναπηδήσασα ἀκόσμως συλλαβεῖν αὐτὸν ἐπειρᾶτο. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατʼ αὐτῆς πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν τάξιν ἀποκατέστησεν. Ὁ λόγος δηλοῖ, ὅτι οἱ φαῦλοι τῶν ἀνθρώπων, κἂν τὰ προσχήματα λαμπρότερα ἀναλάβωσι, τὴν γοῦν φύσιν οὐ μετατίθενται.