Ancient Greek · ~1 min
153. Ζεὺς καὶ Ὄφις. (F. 184. C. 189 et p.368)
Aesopus Scr. Fab. et Aesopica, Fables 153. Ζεὺς καὶ Ὄφις. (F. 184. C. 189 et p.368)
Not analysed yet
Τοῦ Διὸς γάμους ποιοῦντος, πάντα τὰ ζῶα ἀνήνεγκαν δῶρα, ἕκαστον κατὰ τὴν οἰκείαν δύναμιν· ὄφις δὲ ἕρπων, ῥόδον λαβὼν ἐν τῷ στόματι, ἀνέβη. Ἰδὼν δὲ αὐτὸν ὁ Ζεὺς ἔφη· ,,τῶν ἄλλων πάντων τὰ δῶρα λαμβάνω, ἀπὸ δὲ τοῦ σοῦ στόματος λαμβάνω οὐδʼ ὅλως. “Ὁ μῦθος δηλοῖ, ὅτι τῶν πονηρῶν αἱ χάριτες φοβεραί εἰσιν.