Ancient Greek · ~1 min
153b. Ἄλλως. (S. 218)
Aesopus Scr. Fab. et Aesopica, Fables 153b. Ἄλλως. (S. 218)
Not analysed yet
Τοῦ Διὸς γαμοῦντος πάντα τὰ ζῶα ἀνήνεγκαν δῶρα· ὄφις δὲ ἕρπων ῥόδον ἀναλαβὼν τῷ στόματι ἀνέβη. Ἰδὼν δὲ αὐτὸν ὁ Ζεὺς ἔφη· ,,τῶν ἄλλων ἀπάντων καὶ ἐκ ποδῶν δῶρα δέχομαι, ἀπὸ δὲ τοῦ σοῦ στόματος οὐ λαμβάνω. “Ὁ λόγος δηλοῖ, ὅτι πάντων τῶν πονηρῶν αἰ χάριτες φοβεραί.