Ancient Greek · ~2 min
159. Ἡρακλῆς καὶ Ἀθηνᾶ. (C.308. P. 419.)h
Aesopus Scr. Fab. et Aesopica, Fables 159. Ἡρακλῆς καὶ Ἀθηνᾶ. (C.308. P. 419.)h
Not analysed yet
Διὰ στενῆς ὁδοῦ ὥδευεν Ἡρακλῆς. Ἰδὼν δʼ ἐπὶ γῆς μήλῳ ὅμοιόν τι, ἐπειρᾶτο συντρῖψαι. Ὡς δὲ εἶδε διπλοῦν γενόμενον, ἔτι μᾶλλον ἐπέθετο, καὶ τῷ ῥοπάλῳ ἔπαιεν. Τὸ δὲ φυσηθὲν εἰς μέγεθος τὴν ὁδὸν ἐπέφραξεν. Ὁ δὲ ῥίψας τὸ ῥόπαλον ἵστατο θαυμάζων. Ἀθηνᾶ δὲ, αὐτῷ ἐπιφανεῖσα, εἶπε· ,,πέπαυσο, ἀδελφέ· τοῦτʼ ἔστι φιλονεικία καὶ ἔρις· ἄν τις αὐτὸ καταλείπῃ ἀμάχητον, μένει οἷον ἦν πρῶτον, ἐν δὲ ταῖς μάχαις οὕτως οἰδεῖται. “Ὅτι αἱ μάχαι καὶ ἔριδες αἰτίαι μεγάλης βλάβης ὑπάρχουσιν.