Ancient Greek · ~2 min
160. Ἡρακλῆς καὶ Πλοῦτος. (S. 110. C . 191:. F. 276.)
Aesopus Scr. Fab. et Aesopica, Fables 160. Ἡρακλῆς καὶ Πλοῦτος. (S. 110. C . 191:. F. 276.)
Not analysed yet
Ἡρακλῆς ἰσοθεωθεὶς καὶ παρὰ Διὶ ἑστιώμενος ἕνα ἕκαστον τῶν θεῶν μετὰ πολλῆς φιλοφροσύνης ἠσπάζετο. Καὶ δὴ τελευταίου εἰσιόντος τοῦ Πλούτου, κατὰ τοῦ ἐδάφους κύψας ἀπεστρέψατο αὐτόν. Ὁ δὲ Ζεὺς θαυμάσας τὸ γεγονὸς, ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν, δι᾿ ἣν πάντας ἀσμένως προσαγορεύσας μόνον τὸν Πλοῦτον ὑποβλέπεται. Ὁ δὲ εἶπεν· ,,ἀλλʼ ἔγωγε διὰ τοῦτο αὐτὸν ὑποβλέπομαι, ὅτι παρʼ ὅν καιρὸν ἐν ἀνθρώποις ἢμην, ἑώρων αὐτὸν ὡς ἐπὶ τὸ πλεῖστον τοῖς πονηροῖς συνόντα. “Ὁ λόγος λεχθείη ἂν ἐπʼ ἀνδρὸς πλουσίου μὲν τὴν τύχην, πονηροῦ δὲ τὸν τρόπον.