Ancient Greek · ~1 min
16. Αἴλουρος καὶ Ὄρνιθες. (S. 7. C. 150. F. 14.)
Aesopus Scr. Fab. et Aesopica, Fables 16. Αἴλουρος καὶ Ὄρνιθες. (S. 7. C. 150. F. 14.)
Not analysed yet
Αἴλουρος ἀκούσας ὅτι ἔν τινι ἐπαύλει ὄρνιθες νοσοῦσι, σχηματίσας ἑαυτὸν εἰς ἰατρὸν, καὶ τὰ τῆς ἐπιστήμης πρόσφορα ἀναλαβὼν ἐργαλεῖα, παρεγένετο, καὶ στὰς πρὸ τῆς ἐπαύλεως, ἐπυνθάνετο αὐτῶν πῶς ἔχοιεν· αἱ δὲ ὑποτυχοῦσαι ,,καλῶς,“ ἔφασαν, „ἐὰν σὺ ἐντεῦθεν ἀπαλλαγῇς. “Οὕτω καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ τοὺς φρονίμους οὐ λανθάνουσι, κἄν τὰ μάλιστα χρηστότητα ὑποκρίνωνται.