Ancient Greek · ~1 min
16b. Ἄλλως. Ὄρνις καὶ Αἴλουρος. (F. 157. C. p. 347. B. 121.)
Aesopus Scr. Fab. et Aesopica, Fables 16b. Ἄλλως. Ὄρνις καὶ Αἴλουρος. (F. 157. C. p. 347. B. 121.)
Not analysed yet
Ὄρνις δήποτε κατακλιθεὶς ἠῤῥώστει· εἰς ὃν αἴλουρος προκύψας ἔφη ταῦτα· „πῶς ἔχεις, φίλε; τί δέ σοι; ἐάν τι χρήζῃς, ἀνάγγειλόν μοι, καὶ πάντα σοι παρέξω· ὅμως ἔγειρε, καὶ τεύξῃ τῆς ὑγιείας. “δὲ ἀπεκρίθη πρὸς τὸν αἴλουρον ταῦτα· „ἐὰν σὺ παρέλθῃς, ἐγὼ οὐκ ἀποθνήσκω· ζωὴν γὰρ ζήσω δορκάδος ὑπερτέραν. “Τοὺς δολίους ὑποκριτὰς, τοὺς λέγοντας φιλεῖν, ὁ μῦθος ἐλέγχει.