Ancient Greek · ~1 min
161. Ἥρως. (S. 109. F.80. C. 399. B. 63.)
Aesopus Scr. Fab. et Aesopica, Fables 161. Ἥρως. (S. 109. F.80. C. 399. B. 63.)
Not analysed yet
Ἥρωά τις ἐπὶ τῆς οἰκίας ἔχων τούτῳ πολυτελῶς ἔθυεν· ἀεὶ δʼ αὐτοῦ ἐξαναλισκομένου καὶ πολλὰ εἰς θυσίας δαπανῶντος ὁ ἥρως ἐπιστὰς αὐτῷ νύκτωρ ἔφη· ,,ἀλλʼ ὦ οὗτος, πέπαυσο διατρίβων τὴν οὐσίαν· ἐὰν γὰρ πάντα ἀναλώσῃς καὶ πένης γένῃ, ἐμὲ αἰτιάσῃ. “Οὕτως πολλοὶ διὰ τὴν ἑαυτῶν ἀβουλίαν δυστυχοῦντες τὴν αἰτίαν ἐπὶ τοὺς θεοὺς ἀναφέρουσιν.