Ancient Greek · ~2 min
169. Ἰατρὸς καὶ Νοσῶν. (S.113. C. 31. F. 224.)
Aesopus Scr. Fab. et Aesopica, Fables 169. Ἰατρὸς καὶ Νοσῶν. (S.113. C. 31. F. 224.)
Not analysed yet
Ἰατρὸς ἐκκομιζομένου τινὸς τῶν οἰκείων ἔλεγε πρὸς τοὺς συμπροπέμποντας, ὡς οὗτος ὁ ἅνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἐχρήσατο, οὐκ ἂν ἀπέθανε. Τούτῳ δέ τις ὑποτυχών ἔφη· „ὦ οὗτος, ἀλλʼ οὔ σε ἔδει ταῦτα νῦν λέγειν, ὅτε οὐδὲν ὄφελός ἐστι, τότε δὲ παραινεῖν, ὅτε καὶ χρῆσθαι ἡδύνατο. “Ὁ λόγος δηλοῖ, ὅτι χρὴ τοῖς φίλοις παρὰ τὰς χρείας τὰς βοηθείας παρέχεσθαι, ἀλλὰ μὴ μετὰ τὴν τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι.