Ancient Greek · ~1 min
170. Ἰκτῖνοι. (C.293. 1.201. P.73.)
Aesopus Scr. Fab. et Aesopica, Fables 170. Ἰκτῖνοι. (C.293. 1.201. P.73.)
Not analysed yet
Ὅσην τοῖς κύκνοις ἡ φύσις ᾠδὴν, τοσαύτην ἰκτίνοις παρέσχε τὸ πρότερον. Ἵππων δὲ χρεμετιζόντων ἀκούσαντες, εἰς ἔρωτα ἧκον τῆς ἐκείνων φωνῆς· καὶ μιμεῖσθαι πειρώμενοι συναποβάλλουσιν ἃ εἶχον, οἷς μαθεῖν ἐπετήδευον· χρεμετίζειν μὲν γὰρ οὐκ ἔμαθον, ᾄδειν δὲ ἐπελάθοντο. Φέρει τῶν προσόντων τὴν στέρησιν ᾐ τοῦ μὴ προσήκοντος μίμησις.