Ancient Greek · ~2 min
171. Ἰξευτὴς καὶ Ἀσπίς. (S.114. C. 32. F. 225.)
Aesopus Scr. Fab. et Aesopica, Fables 171. Ἰξευτὴς καὶ Ἀσπίς. (S.114. C. 32. F. 225.)
Not analysed yet
Ἰξευτὴς ἀναλαβὼν ἰξὸν καὶ τοὺς καλάμους ἐξῆλθεν ἐπʼ ἄγραν· θεασάμενος δὲ κίχλαν ἐπί τινος ὑψηλοῦ δένδρου καθημένην, ταύτην συλλαβεῖν ἠβουλήθη. Καὶ δὴ ἀνάψας εἰς μῆκος τούς καλάμους, ἀτενὲς ἔβλεπεν, ὅλος ὢν πρὸς τῷ ἀέρι τὸν νοῦν. Τοῦτον δὲ τὸν τρόπον ἄνω νεύων ἔλαθεν ἀσπίδα πρὸ τῶν ἑαυτοῦ ποδῶν κοιμωμένην πατήσας, ἥτις ἐπιστραφεῖσα ἔπληξεν αὐτόν· ὁ δὲ λειποψυχῶν ἔφη πρὸς ἑαυτόν· „ἄθλιος ἔγωγε, ὃς ἕτερον θηρεῦσαι βουλόμενος, ἔλαθον αὐτὸς ἀγρευθεὶς εἰς θάνατον. “Οὕτως οἱ τοῖς πέλας ἐπιβουλὰς ῥάπτοντες, φθάνουσιν αὐτοὶ συμφοραῖς περιπίπτοντες.