Ancient Greek · ~1 min
172. Ἰξευτὴς καὶ Τέττιξ. (C. 294. F. 20.)
Aesopus Scr. Fab. et Aesopica, Fables 172. Ἰξευτὴς καὶ Τέττιξ. (C. 294. F. 20.)
Not analysed yet
Ἰξευτὴς τέττιγος ἀκούσας μέγα τι θηράσειν ἐδόκει· μετρεῖ τὴν θήραν ἐκ τῆς ᾠδῆς παρερχόμενος. Ὡς δὲ τὴν τέχνην κινήσας εἶλε τὸ θήραμα, ᾠδῆς μὲν πλέον οὐδὲν ἐκομίσατο· κατῃτιᾶτο δὲ τὴν δόξαν, ὡς ψευδῆ τοῖς πολλοῖς κρίσιν ἐπάγουσαν. Οὕτως οἱ φαῦλοι δοκοῦσι μᾶλλον ἤπερ γεγόνασιν.