Ancient Greek · ~3 min
173. Ἵππος, Βοῦς, Κύων καὶ Ἄνθρωπος. (C. 194. F. 278. B.74.)
Aesopus Scr. Fab. et Aesopica, Fables 173. Ἵππος, Βοῦς, Κύων καὶ Ἄνθρωπος. (C. 194. F. 278. B.74.)
Not analysed yet
Ἵππος καὶ βοῦς καὶ κύων, ὑπὸ ψύχους στενούμενοι, ἦλθον εἰς ἀνθρώπου τινὸς οἰκίαν. Ὁ δὲ δεξάμενος αὐτοὺς καὶ πῦρ ἀνάψας ἔθαλψε. Καὶ τῷ μὲν ἵππῳ κριθὰς παρετίθει, τῷ δὲ ταύρῳ ἄχυρα, τῷ δὲ κυνὶ τὰ ἐπὶ τῆς τραπέζης ἐδίδου. Διὰ δὲ τὴν τοιαύτην φιλοξενίαν ἀντημείψαντο αὐτῷ χάριτας, μερίσαντες καὶ χαρισάμενοι αὐτῷ τῶν ἐτῶν ἀφʼ ὧν ἔζων. Καὶ ὁ μὲν ἵππος εὐθύς τοὺς πρώτους χρόνους· διὰ τοῦτο ἕκαστος θερμὸς καὶ γαῦρός ἐστι τῇ γνώμῃ. Ὁ δὲ βοῦς μετʼ αὐτὸν τοὺς μέσους χρόνους· διὰ τοῦτο μοχθηρὸς καὶ φιλεργός ἐστι πλοῦτον ἀθροίζων. Τρίτον δὲ ὁ κύων τοὺς τελευταίους χρόνους· διὰ τοῦτο πᾶς γηράσκων δύσκολός ἐστι τῇ γνώμῃ, καὶ τὸν διδόντα μόνον τροφὴν ἀγαπᾷ καὶ σαίνει καὶ ἐπιχαίρει, τοῖς δὲ μὴ διδοῦσι καθυλακτεῖ καὶ καθάπτεται. Ὅτι τινὲς τῶν ἀνθρώπων, φαῦλοι ὄντες καὶ κακοὶ, μόνους εἰώθασι φιλεῖν τοὺς διατρέφοντας αὐτούς.