Ancient Greek · ~2 min
178. Ἵππος καὶ Στρατιώτης. (C. 362. B. 76.)
Aesopus Scr. Fab. et Aesopica, Fables 178. Ἵππος καὶ Στρατιώτης. (C. 362. B. 76.)
Not analysed yet
Ἵππον τὸν ἑαυτοῦ στρατιώτης, ἕως μὲν καιρὸς τοῦ πολέμου ἦν, ἐκρίθιζεν, ἔχων συνεργὸν ἐν ταῖς ἀνάγκαις· ὅτε δὲ ὁ πόλεμος κατεπαύσατο, εἰς δουλείας τινὰς καὶ φόρτους βαρεῖς ὁ ἵππος ὑπούργει, ἀχύρῳ μόνῳ τρεφόμενος. Ὡς δὲ πάλιν πόλεμος ἠκούσθη καὶ ἡ σάλπιγξ ἐφώνει, τὸν ἵππον χαλινώσας ὁ δεσπότης, καὶ αὐτὸς καθοπλισθεὶς, ἐπέβη. Ὁ δὲ συνεχῶς κατέπιπτε μηδὲν ἰσχύων· ἔφη δὲ τῷ δεσπότῃ· „ἄπελθε μετὰ τῶν πεζῶν ὁπλιτῶν ἄρτι· σὺ γὰρ ἀφʼ ἵππου εἰς ὄνον με μετεποίησας· καὶ πῶς πάλιν ἐξ ὄνου ἵππον θέλεις ἔχειν; “