Ancient Greek · ~1 min
179. Κάλαμοι καὶ Δρῦς. (C. p.85. B. 36.)
Aesopus Scr. Fab. et Aesopica, Fables 179. Κάλαμοι καὶ Δρῦς. (C. p.85. B. 36.)
Not analysed yet
Δρῦν ἄνεμος ἐκριζώσας ἐν ποταμῷ ἔῤῥιψεν. Ἡ δὲ φερομένη τοὺς καλάμους ἐρωτᾷ· „πῶς ὑμεῖς, ἀσθενεῖς ὄντες καὶ λεπτοὶ, ὑπὸ τῶν βιαίων ἀνέμων οὐκ ἐκριζοῦσθε; “Οἱ δὲ εἶπον· „ὑμεῖς τοῖς ἀνέμοις μάχεσθε καὶ ἀνθίστασθε, καὶ διὰ τοῦτο ἐκριζοῦσθε· ἡμεῖς δὲ, παντὶ ἀνέμῳ ὑποπίπτοντες, ἀβλαβεῖς διαμένομεν. “Ὅτι οὐ δεῖ ἀνθίστασθαι τοῖς κρατοῦσιν, ἀλλʼ ὑποτάττεσθαι καὶ ὑπακούειν.