Ancient Greek · ~2 min
18. Αἴξ καὶ Ὄνος. (F. 262. C. 153.)
Aesopus Scr. Fab. et Aesopica, Fables 18. Αἴξ καὶ Ὄνος. (F. 262. C. 153.)
Not analysed yet
Αἶγα καὶ ὄνον ἔτρεφέ τις. δὲ αἴξ φθονήσασα τῷ ὄνῳ διὰ τὸ περισσὸν τῆς τροφῆς, ἔλεγεν, ὡς ἄπειρα κολάζῃ, ποτὲ μὲν ἀλήθων, ποτὲ δὲ ἀχθοφορῶν· καὶ συνεβούλευεν ἐπίληπτον ἑαυτὸν ποιῆσαι καὶ καταπεσεῖν ἔν τινι βόθρῳ, καὶ ἀναπαύσεως τυχεῖν. Ὁ δὲ πιστεύσας καὶ πεσὼν συνετρίβη. Ὁ δὲ δεσπότης τὸν ἰατρὸν καλέσας ᾔτει βοηθεῖν. Ὁ δὲ αἰγὸς πνεύμονα ἐγχυματίσαι ἔλεγεν αὐτῷ, καὶ τῆς ὑγείας τυχεῖν. Τὴν δὲ αἶγα θύσαντες τὸν ὄνον ἰάτρευον. Ὅτι ὅστις καθʼ ἑτέρου δόλια μηχανᾶται, ἑαυτοῦ γίνεται τῶν κακῶν ἀρχηγός.