Ancient Greek · ~1 min
186. Καρκίνος καὶ Ἀλώπηξ. (C. 95. F. 247. S. 115.)
Aesopus Scr. Fab. et Aesopica, Fables 186. Καρκίνος καὶ Ἀλώπηξ. (C. 95. F. 247. S. 115.)
Not analysed yet
Καρκίνος, ἀπὸ τῆς θαλάσσης ἀναβὰς, ἐπί τινος ἐνέμετο τόπου. Ἀλώπηξ δὲ λιμώττουσα, ὡς ἐθεάσατο, προσελθοῦσα ἀνέλαβεν αὐτόν. Ὁ δὲ μέλλων καταβιβρώσκεσθαι, ἔφη· „ἀλλʼ ἔγωγε δίκαια πέπονθα, ὅς, θαλάττιος ὤν, χερσαῖος ἠβουλήθην γενέσθαι. “Ὁ μῦθος δηλοῖ, ὅτι καὶ τῶν ἀνθρώπων οἱ τὰ οἰκεῖα καταλείποντες ἐπιτηδεύματα, καὶ τοῖς μηδὲν προσήκουσιν ἐπιχειροῦντες, εἰκότως δυστυχοῦσιν.