Ancient Greek · ~1 min
187. Καρκίνος καὶ Μήτηρ. (C. 295. F. 205. B. 109.)
Aesopus Scr. Fab. et Aesopica, Fables 187. Καρκίνος καὶ Μήτηρ. (C. 295. F. 205. B. 109.)
Not analysed yet
Ἡ μήτηρ πρὸς τὸν καρκίνον· „τί δὴ λοξὴν, ὦ παῖ, βαδίζεις ὁδὸν, ὀρθὴν ἰέναι προσῆκον; “Ὁ δὲ πρὸς αὐτήν· ,,ἡγοῦ τῆς ὁδοῦ, ὦ μῆτερ, καὶ πρὸς αὐτὴν βαδίζειν πειράσομαι. “Τῆς δὲ βαδίζειν ἀπορούσης ὀρθῶς, κατήγορος ὁ παῖς τῆς παρανοίας ἐγένετο. Ῥᾷον παραινεῖν ἃ πονεῖν ὑπῆρξεν ἀδύνατον.