Ancient Greek · ~1 min
191. Κηπωρός. (S. 118.)
Aesopus Scr. Fab. et Aesopica, Fables 191. Κηπωρός. (S. 118.)
Not analysed yet
Κηπωρῷ τις ἐπιστὰς ἀρδεύοντι λάχανα ἐπυνθάνετο αὐτοῦ, διʼ ἣν αἰτίαν τὰ μὲν ἄγρια τῶν λαχάνων εὐθαλῆ τέ ἐστι καὶ στερεὰ, τὰ δὲ ἥμερα λεπτὰ καὶ μεμαρασμένα· κἀκεῖνος ἔφη· „ἡ γ τῶν μὲν μήτηρ, τῶν δὲ μητρυιά ἐστι. “Οὕτω καὶ τῶν παίδων οὐχ ὁμοίως τρέφονται οἱ ὑπὸ μητρυιᾶς τρεφόμενοι τοῖς μητέρας ἔχουσι.