Ancient Greek · ~2 min
191b. Ἄλλως. Ἀνὴρ καὶ Κηπουρός. (C. 380. F. 341.)
Aesopus Scr. Fab. et Aesopica, Fables 191b. Ἄλλως. Ἀνὴρ καὶ Κηπουρός. (C. 380. F. 341.)
Not analysed yet
Ἀνήρ τις κηπουρόν τινα θεασάμενος τῶν λαχάνων ἀρδείαν ποιούμενον, ἔφη πρὸς αὐτόν· ,,πῶς τὰ μὲν ἄγρια φυτὰ, μήτε φυτευόμενα μήτε ἐργαζόμενα, ὡραῖα πεφύκασι, τὰ δὲ τῆς ὑμῶν φυτηκομίας πολλάκις ξηραίνεται; “Ὁ δὲ κηπουρὸς ἀντέφησεν, „ὡς τὰ ἄγρια τῶν φυτῶν μόνῃ τῇ θείᾳ προνοίᾳ ἐφορᾶται, τὰ δὲ ἥμερα ὑπὸ χειρὸς ἀνθρωπίνης ἐπιμελεῖται. “Ὁ λόγος δηλοῖ, ὡς κρείττων ἡ τῶν μητέρων ἀνατροφὴ πέφυκε τῆς τῶν μητρυιῶν ἐπιμελείας.