Ancient Greek · ~1 min
192. Κηπωρὸς καὶ Κύων. (C. 67. F. 229. S. 119.)
Aesopus Scr. Fab. et Aesopica, Fables 192. Κηπωρὸς καὶ Κύων. (C. 67. F. 229. S. 119.)
Not analysed yet
Κηπωροῦ κύων εἰς φρέαρ κατέπεσεν. δὲ κηπωρὸς βουλόμενος αὐτὸν ἐκεῖθεν ἀναγαγεῖν, κατῆλθε καὶ αὐτὸς εἰς τὸ φρέαρ. Oíηθεὶς δʼ ὁ κύων, ὡς κατωτέρω μᾶλλον αὐτὸν παραγέγονε καταδῦσαι, τὸν κηπωρὸν στραφεὶς ἔδακεν. Ὁ δὲ μετʼ ὀδύνης ἐπανιών „δίκαια“ φησὶ „πέπονθα· τί δή ποτε γὰρ τὸν αὐτόχειρα σῶσαι ἐσπούδασα; “Ὁ μῦθος πρὸς ἀδίκους καὶ ἀχαρίστους.