Ancient Greek · ~1 min
199. Κολοιὸς καὶ Ἀλώπηξ. (S. 125. C. 20l. F.284).
Aesopus Scr. Fab. et Aesopica, Fables 199. Κολοιὸς καὶ Ἀλώπηξ. (S. 125. C. 20l. F.284).
Not analysed yet
Κολοιὸς λιμώττων ἐπί τινος συκῆς ἐκάθισεν· εὑρὼν δὲ τοὺς ὀλύνθους μηδέπω πεπείρους, προσέμενεν ἕως σῦκα γένωνται. Ἀλώπηξ δὲ θεασαμένη αὐτὸν ἐγχρονίζοντα καὶ τὴν αἰτίαν παρʼ αὐτοῦ μαθοῦσα, ἔφη· „ἀλλὰ πεπλάνησαι, ὦ οὗτος, ἐλπίδι προσέχων, ἥτις βουκολεῖν μὲν οἶδε, τρέφειν δὲ οὐδαμῶς. “[Πρὸς ἄνδρα φιλόνεικον ὁ λόγος εὔκαιρος.]