Ancient Greek · ~2 min
200. Κολοιὸς καὶ Γλαύξ. (C. p. 117. F. 217. B. 72.)
Aesopus Scr. Fab. et Aesopica, Fables 200. Κολοιὸς καὶ Γλαύξ. (C. p. 117. F. 217. B. 72.)
Not analysed yet
Κάλλους ἦν ἀγὼν, καὶ παρὰ τῷ Διὶ κριθησόμενοι πάντες οἱ ὄρνεις ἐφοίτων, Ἑρμοῦ τὴν κυρίαν ὁρίζοντος. Ποταμούς τε καὶ λίμνας ἅπαντες κατελάμβανον, τὰ μὲν φαῦλα τῶν πτερῶν ἀποβάλλοντες, τὰ δὲ κρείττω φαιδρύνοντες. Κολοιὸς δὲ, οὐδὲν εὐπρεπὲς ἔχων ἀπὸ τῆς φύσεως, ἃ τῶν ἄλλων ἐξέπιπτε, ταῦτα οἰκεῖον συνέθηκε κόσμον. Γλαὺξ δὲ μόνη ἐπιγνοῦσα, τὸ ἑαυτῆς ἀφῃρεῖτο τὸν κολοιὸν, καὶ τὰ ἄλλα πράττειν ἀνέπειθεν. Ἀφαιρεθεὶς δὲ τὰ παρὰ πάντων ὁ κολοιὸς γυμνὸς εἰς τὴν Διὸς ἀφίκετο κρίσιν. Κόσμος ἐπείσακτος αἰσχύνη τοῖς ἔχουσι.