Ancient Greek · ~2 min
216. Κύκνος. (C.206. F.288.)
Aesopus Scr. Fab. et Aesopica, Fables 216. Κύκνος. (C.206. F.288.)
Not analysed yet
Τοὺς κύκνους φασὶ παρὰ τὸν θάνατον ᾄδειν. Καὶ δή τις περιτυχὼν κύκνῳ πωλουμένῳ, καὶ ἀκούσας, ὅτι εὐμελέστατον ζῶον, ἠγόρασε. Καὶ ἔχων ποτὲ σύνδειπνον, προσελθὼν παρεκάλει αὐτὸν ᾆσαι παρὰ τὸν πότον. Τοῦ δὲ τότε μὲν ἡσυχάσαντος, ὕστερον δέ ποτε, ὡς ἐνόησεν, ὅτι ἀποθνήσκειν ἔμελλε, θρηνοῦντος αὑτὸν, ὁ δεσπότης ἀκούσας ἔφη· „ἀλλʼ εἰ σὺ οὐκ ἄλλως ᾄδεις, ἐὰν μὴ ἀποθνήσκῃς, ἐγὼ μάταιος ἤμην τότε, ὅτε σε παρεκάλουν, ἀλλʼ οὐκ ἔθυον. “Οὕτω τινὲς τῶν ἀνθρώπων, ἃ μὴ βούλονται ἑκουσίως ποιεῖν, ἄκοντες ταῦτα ἐπιτελοῦσιν.