Ancient Greek · ~2 min
217. Κύνες δύο. (S. 93. C. 92.
Aesopus Scr. Fab. et Aesopica, Fables 217. Κύνες δύο. (S. 93. C. 92.
Not analysed yet
Ἔχων τις δύο κύνας, τὸν μὲν θηρεύειν ἐδίδαξε, τὸν δὲ οἰκουρὸν ἐποίησε. Καὶ δὴ, εἴ ποτε ὁ θηρευτικὸς ἐξιὼν πρὸς ἄγραν συνελάμβανέ τι, ἐκ τούτου μέρος καὶ τῷ ἑτέρῳ παρέβαλλεν. Ἀγανακτοῦντος δὲ τοῦ θηρευτικοῦ, καὶ τὸν ἕτερον ὀνειδίζοντος, εἴγε αὐτὸς μὲν ἐξιὼν διόλου μοχθεῖ, ὁ δὲ οὐδὲν ποιῶν τοῖς ἑαυτοῦ πόνοις ἐντρυφᾷ, ἐκεῖνος ἔφη πρὸς αὐτόν· „ἀλλὰ μὴ ἐμὲ μέμφου, τὸν δεσπότην δὲ, ὅς οὐ πονεῖν με ἐδίδαξεν, ἀλλʼ ἀλλοτρίους πόνους ἐσθίειν. “Οὕτω καὶ τῶν παίδων οἱ ῥᾴθυμοι οὐ μεμπτέοι εἰσὶν, ὅταν αὐτοὺς οἱ γονεῖς οὕτως ἀγάγωσιν.