Ancient Greek · ~2 min
220. Κυνηγὸς καὶ Ἁλιεύς. (Β. 61.)
Aesopus Scr. Fab. et Aesopica, Fables 220. Κυνηγὸς καὶ Ἁλιεύς. (Β. 61.)
Not analysed yet
Ἤιει κυνηγὸς ἐξ ὄρους κυνηγήσας, ᾔει δὲ γριπεὺς κύρτον ἰχθύων πλήσας. καί πως συνηβόλησαν οἱ δύʼ ἀλλήλοις· χὡ μὲν κυνηγὸς ἰχθύων ἁλιπλώων, θήραν δʼ ὁ γριπεὺς ᾑρέτιζεν ἀγρείην, ἃ τʼ εἶχον ἀντέδωκαν· εἶτα τὴν θήρην ἤμειβον αἰεί, δεῖπνα δʼ εἶχον ἡδίω, ἕως τις αὐτοῖς εἶπεν· „ἀλλὰ καὶ τούτων τὸ χρηστὸν ἐξολεῖτε τῇ συνηθείᾳ, πάλιν δʼ ἕκαστος ἃ πρὶν εἶχε ζητήσει. “Ὅτι πᾶς δυσάρεστος, τοῦ παρόντος ἡδέος μικρόν τι ἀπολαύσας, εὐθὺς τὴν ἐπιθυμίαν ἐφʼ ἕτερον τρέπει.