Ancient Greek · ~1 min
219. Κύνες καὶ Ἀλώπηξ. (C.376. F.336.)
Aesopus Scr. Fab. et Aesopica, Fables 219. Κύνες καὶ Ἀλώπηξ. (C.376. F.336.)
Not analysed yet
Λέοντος δορὰν κύνες εὑρόντες, διεσπάραττον ταύτην. Τούτοις δὲ ἀλώπηξ ἰδοῦσα ἔφη· „εἰ οὗτος ὁ λέων τοῖς ζῶσι συνῆν, εἴδετε ἂν τοὺς αὐτοῦ ὄνυχας ἰσχυροτέρους τῶν ὑμετέρων ὀδόντων. “Ὁ μῦθος δηλοῖ τοὺς τῶν ἐνδόξων καταφρονοῦντας, ὅταν τῆς δόξης ἐκπίπτωσιν.