Ancient Greek · ~1 min
226. Κύων καὶ Ἀλώπηξ. (S. 13Ι. C. 211. F.292.)
Aesopus Scr. Fab. et Aesopica, Fables 226. Κύων καὶ Ἀλώπηξ. (S. 13Ι. C. 211. F.292.)
Not analysed yet
Κύων θηρευτικὸς, λέοντα ἰδὼν, τοῦτον ἐδίωκεν· ὡς δὲ ἐπιστραφεὶς ἐκεῖνος ἐβρυχήσατο, φοβηθεὶς εἰς τοὐπίσω ἔφυγεν. Ἀλώπηξ δὲ θεασαμένη αὐτὸν ἔφη· „ὦ κακὴ κεφαλὴ, σὺ λέοντα ἐδίωκες, οὗ οὐδὲ τὸν βρυχηθμὸν ὑπέμεινας; “Ὁ λόγος λεχθείη ἂν ἐπʼ ἀνδρῶν αὐθαδείᾳ συνόντων, oἳ κατὰ πολὺ δυνατωτέρων συκοφαντεῖν ἐπιχειροῦντες, ὅταν ἐκεῖνοι ἀντιστῶσιν, εὐθέως ἀναχαιτίζονται.