Ancient Greek · ~1 min
227. Κύων καὶ Δεσπότης. (B. 110. )
Aesopus Scr. Fab. et Aesopica, Fables 227. Κύων καὶ Δεσπότης. (B. 110. )
Not analysed yet
Μέλλων ὁδεύειν τῆς κυνός τις ἑστώσης εἶπεν· „τί χάσκεις; πάνθʼ ἕτοιμά σοι ποίει· μετʼ ἐμοῦ γὰρ ἥξεις . “ἡ δὲ κέρκον οὐραίης ἄρασά φησι· „πάντʼ ἔχω· σὺ δὲ βραδύνεις. “Πρὸς ἄνδρα ἀπαρασκεύαστον, τὸν ἐν ἑτοιμασίᾳ ὄντα περὶ συνοδοιπορίας κατεπείγοντα, ὁ λόγος εὔκαιρος.