Ancient Greek · ~1 min
230. Κύων καὶ Λύκαινα. (C. 38l. F. 342.)
Aesopus Scr. Fab. et Aesopica, Fables 230. Κύων καὶ Λύκαινα. (C. 38l. F. 342.)
Not analysed yet
Κύων, καταδιώκων λύκαιναν, ἐφρυάττετο τῇ τε τῶν ποδῶν ταχυτῆτι καὶ τῇ ἰδίᾳ ἰσχύϊ, καὶ ἐδόκει φεύγειν τὸν λύκον διʼ οἰκείαν δῆθεν ἀσθένειαν. Στραφεὶς οὖν ὁ λύκος ἔφησε πρὸς τὸν κύνα· „οὐ σὲ δέδοικα, ἀλλὰ τὴν τοῦ σοῦ δεσπότου καταδρομήν. “Ὁ μῦθος οὗτος δηλοῖ, ὅτι οὐ δεῖ τινα ἐγκαυχᾶσθαι τῇ τῶν ἑτέρων γενναιότητι.