Ancient Greek · ~3 min
231. Κύων καὶ Λύκος. (C. 35 et p.296. F.86. S. 133.)
Aesopus Scr. Fab. et Aesopica, Fables 231. Κύων καὶ Λύκος. (C. 35 et p.296. F.86. S. 133.)
Not analysed yet
Κύων πρὸ ἐπαύλεώς τινος ἐκάθευδε. Λύκου δʼ ἐπιδραμόντος καὶ βρῶμα μέλλοντος θύσειν αὐτὸν, ἐδεῖτο μὴ νῦν αὐτὸν καταθῦσαι. „Νῦν μὲν γὰρ“ φησὶ „λεπτός εἰμι καὶ ἰσχνός· ἂν δὲ μικρὸν ἀναμείνῃς, μέλλουσιν οἱ ἐμοὶ δεσπόται ποιήσειν γάμους, κἀγὼ τηνικαῦτα πολλὰ φαγὼν πιμελέστερος ἔσομαι, καὶ σοὶ ἡδύτερον βρῶμα γενήσομαι. “Ὁ μὲν οὖν λύκος πεισθεὶς ἀπῆλθε· μεθʼ ἡμέρας δʼ ἐπανελθὼν εὗρεν ἄνω ἐπὶ τοῦ δώματος τὸν κύνα καθεύδοντα, καὶ στὰς κάτωθεν πρὸς ἑαυτὸν ἐκάλει, ὑπομιμνήσκων αὐτὸν τῶν συνθηκῶν. Καὶ ὁ κύων· „ἀλλʼ, ὦ λύκε, εἰ τὸ ἀπὸ τοῦδε πρὸ τῆς ἐπαύλεώς με ἴδοις καθεύδοντα, μηκέτι γάμους ἀναμείνῃς. “Ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν περί τι κινδυνεύσαντες σωθῶσι, διὰ βίου τοῦτο φυλάττονται.