Ancient Greek · ~1 min
232. Κύων καὶ Μάγειρος. (C. 34. F.227.)
Aesopus Scr. Fab. et Aesopica, Fables 232. Κύων καὶ Μάγειρος. (C. 34. F.227.)
Not analysed yet
Κύων εἰσπηδήσας εἰς μαγειρεῖον καὶ τοῦ μαγείρου ἀσχολουμένου καρδίαν ἁρπάσας, ἔφυγεν. Ὁ δὲ μάγειρος ἐπιστραφεὶς, ὡς εἶδεν αὐτὸν φεύγοντα, εἶπεν· „ὦ οὗτος, ἴσθι ὡς, ὅπουπερ ἄν ᾖς, φυλάξομαί σε· οὐ γὰρ ἀπʼ ἐμοῦ καρδίαν εἴληφας, ἀλλʼ ἐμοὶ καρδίαν δέ- δωκας. “Ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνονται.