Ancient Greek · ~1 min
245. Λέων καὶ Ἀετός. (F. 358. C. 408. B. 100.)
Aesopus Scr. Fab. et Aesopica, Fables 245. Λέων καὶ Ἀετός. (F. 358. C. 408. B. 100.)
Not analysed yet
Λέοντι προσπτὰς αἰετῶν τις ἐζήτει κοινωνὸς εἶναι· χ λέων „τί κωλύει; “πρὸς αὐτὸν εἶπεν· „ἀλλʼ ἐνέχυρον ἦ δώσεις τὠκύπτερόν σου μὴ μεθεῖναι τὴν πίστιν; πῶς γὰρ φίλῳ σοι μὴ μένοντι πιστεύσω; “Ὁ μῦθος ἐκδιδάσκει, μὴ τάχιστα πᾶσι πιστεύειν, καὶ μάλιστα τοῖς μήπω φίλοις.