Ancient Greek · ~2 min
246. Λέων καὶ Ἀλώπηξ. (S. 140. C. 137 et p.336. F.91. B. 103.)
Aesopus Scr. Fab. et Aesopica, Fables 246. Λέων καὶ Ἀλώπηξ. (S. 140. C. 137 et p.336. F.91. B. 103.)
Not analysed yet
Λέων γηράσας καὶ μὴ δυνάμενος διʼ ἀλκῆς ἑαυτῷ τροφὴν πορίζειν, ἔγνω δεῖν διʼ ἐπινοίας τοῦτο πρᾶξαι. Καὶ δὴ παραγενόμενος εἴς τι σπήλαιον, καὶ ἐνταῦθα κατακλιθεὶς προσεποιεῖτο τὸν νοσοῦντα· καὶ οὕτω τὰ παραγενόμενα πρὸς αὐτὸν εἰς ἐπίσκεψιν ζῶα συλλαμβάνων κατήσθιε. Πολλῶν δὲ θηρίων καταναλωθέντων, ἀλώπηξ τὸ τέχνασμα αὐτοῦ συνεῖσα παρεγένετο, καὶ στᾶσα ἄπωθεν τοῦ σπηλαίου ἐπυνθάνετο αὐτοῦ, πῶς ἔχοι· τοῦ δὲ εἰπόντος „κακῶς“ καὶ τὴν αἰτίαν ἐρο μένου, διʼ ἣν οὐκ εἴσεισιν, ἔφη· „ἀλλʼ ἔγωγε εἰσῆλ θον ἄν, εἰ μὴ ἑώρων πολλῶν εἰσιόντων ἴχνη, ἐξιόντος δὲ οὐδενός. “Οὕτως οἱ φρόνιμοι τῶν ἀνθρώπων ἐκ τεκμηρίων προορώμενοι τοὺς κινδύνὸυς ἐκφεύγουσι.