Ancient Greek · ~1 min
248. Λέων καὶ Βάτραχος. (C. 37.)
Aesopus Scr. Fab. et Aesopica, Fables 248. Λέων καὶ Βάτραχος. (C. 37.)
Not analysed yet
Λέων, ἀκούσας ποτὲ βατράχου μέγα βοῶντος, ἐπεστράφη πρὸς τὴν φωνὴν, οἰόμενος μέγα τι ζῶον εἶναι. Προσμείνας δὲ μικρὸν, ὡς εἶδεν αὐτὸν προελθόντα τῆς λίμνης, προσελθὼν αὐτὸν κατεπάτησεν. Ὁ λόγος δηλοῖ, ὅτι οὐ δεῖ πρὸ τῆς ὄψεως διʼ ἀκοῆς μόνης ταράττεσθαι.